Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.314 Joseph. AJ 1.318 (English) >>Joseph. AJ 1.322

1.316ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπʼ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας.” 1.317ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην. 1.318ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς, φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπʼ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφʼ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν, ἀλλὰ κατʼ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον, 1.319ὅσον τοῖς παισὶν αὐτῶν.” καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπʼ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.314 Joseph. AJ 1.318 (English) >>Joseph. AJ 1.322

Powered by PhiloLogic